PAGES

ΟΠΤΑΣΙΑ ΤΟΥ ΑΓΙΟΥ ΝΗΦΩΝΟΣ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΑΝΗΣ

ΟΠΤΑΣΙΑ ΝΥΦΩΝΟΣ
ΟΠΤΑΣΙΑ ΘΑΥΜΑΣΙΟΣ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΗΦΩΝΟΣ ΑΡΧ/ΠΟΥ ΚΩΝΣΤΑΝΤΙΑΝΗΣ ΕΚΚΛΗΣΙΑΣ ΑΛΕΞΑΝΔΡΕΩΝ.
Εἶπεν ὁ Κύριος τῷ Ἀρχαγγέλῳ· - Ἐγὼ ἀνταποδώσω καὶ παραδώσῳ τοὺς Μισθωτούς, καὶ οὐχί ποιμένας οἱ ὁποῖοι τὸν ἀμπελῶνά μου διέφθειραν καὶ τὰ πρόβατά μου διεσκόρπισαν. Οἱ χρυσίον καὶ ἀργύριον ἐποίμαναν καὶ διὰ τιμὴν τὸ ἱερατεῖον ἐξεζήτησαν, πόση τῶν τοιούτων ἡ Κόλασις;
Πόσος αὐτῶν ὁ ὀδυρμός; ἐγὼ ἐν ὀργῇ καὶ ἐν τῷ θυμῷ μου ταράξω αὐτούς. Πρόβατα καὶ βόας ἀπέκτεισαν τὰ φθειρόμενα καὶ τὰ ἐμὰ πρόβατα οὐκ ὠφελήθησαν.
Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιγι τὰς ἀδικίας αὐτῶν. Τοὺς δὲ γελοιάζοντας ἱερεῖς καὶ φιλονικοῦντας ἐν ταῖς Ἁγίαις μου Ἐκκλησίαις, τὶ οὖν ποιήσω; ὡς σκεύη κεραμέως συντρίψω αὐτούς, καὶ ἐγὼ ἐλθὼν εἰς τὴν Κρίσιν μου ἐπιφέρω.  Ἐγὼ ἦλθον καὶ ἔρχομαι καὶ εἴ τις εὗρε δύναμιν ἄς μὲ ἀπαντήσῃ : οὐαὶ δὲ τῷ ἐν ἀνομίαις εἰς χεῖράς μου ἐμπεσόντι ὅτι πᾶς ἕνας θέλει προσέλθη γυμνὸς καὶ τετραχηλισμένος : ποῦ τότε φανήσεται ἡ ἀδιαντροπία αὐτῷ; Πῶς νὰ ἰδοῦσι τὸ πρόσωπόν μου; ποῦ δὲ ἡ ἐντροπή αὐτῶν; ἐντραπήσονται γὰρ ἔμπροσθεν τῶν Ἀχράντων μου Δυνάμεων.
Καταλάβω καὶ τοὺς Μονάζοντας οἵτινες ἐν πολλῇ ἀμελείᾳ πορευόμενοι ἐψεύσαντο καὶ τῷ Θεῷ καὶ Ἀγγέλοις καὶ Ἀνθρώποις : ὅτι ἄλλα ἔταξαν καὶ ἄλλα εἰργάσθησαν.  Ἐγὼ τούτους ἀγκιστρεύσω καὶ τινάξω ὥσπερ τὰ ἀέρια ἐκ τῶν Νεφελῶν μου, καὶ εἰς Ἄβυσσον παραπέμψω καὶ δὲν τοὺς ἔφθασεν ἡ ἰδική τους ἀπώλεια, ἀλλὰ καὶ εἰς ἄλλους σκάνδαλον ἀπωλείας ἐγένοντο· καλλιώτερον ἦτον νὰ μὴ ὑπετάγησαν ἢ ὑποταγῆναι καὶ αἰσχρῶς βιώσαντας, πάλιν εἰς ἀσωτείας ἐμπεσεῖν, ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω τοὺς μὴ θελήσαντας μετανοῆσαι καὶ κρινῶ ὡς Δικαιοκρίτης.
Ταῦτα τοῦ Κυρίου λέγοντος πρὸς Ἀρχιστράτηγον Μιχαήλ, τρόμος ἔλαβε πάσας τὰς Ἐπουρανίους ἐκείνας Δυνάμεις τῶν Ἀγγέλων. Μετὰ δὲ τὸ ἐξελθεῖν τὰς ἐκ Βίβλους τῶν Αἰώνων πάσας καὶ Βιβλίον τοῦ 7ου αἰῶνος λέγει : - Ἀρχὴ ἑβδόμου Αἰῶνος, τέλος Αἰῶνος. - Ἀρχὴ γὰρ κακίας καὶ πονηρίας. - Ἀρχὴ σκνιπίας καὶ ἀσπλαγχνίας καὶ προβὰς λέγει : - Οἱ ἄνθρωποι τοῦ ἑβδόμου αἰῶνος πονηροί, φθονεροί, ψεῦσται, ψευκτὴν ἀγάπην ἔχοντες, φίλαρχοι καὶ τῇ σοδομιτικῇ πορνείᾳ δεδουλωμένοι. Προβὰς δὲ ὀλίγον τῆς Βίβλου καὶ ἀνοίξας, ἐσήκωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἄνω, καὶ μὲ τὸ χέρι του τὸ γόνατον Αὐτοῦ κρούσας καὶ σκεπάσας τὸ μέτωπον σὺν τοῖς ὀφθαλμοῖς ἐστάθη εἰς μερικὴν ὥραν ὥσπερ νενοημένος καὶ λέγει. - Ἀληθῶς παρέβη ὁ ἕβδομος οὗτος Αἰὼν τὴν ἀδικίαν καὶ πονηρίαν τοὺς ὄπισθεν ἕξ αἰῶνας.  Ὅτε δὲ ἦλθεν ἕως τοῦ Μεσασμοῦ λέγει.
Πολλὴν δυσωδίαν περιέχει ἀπὸ ἁμαρτιῶν αὐτοῦ πλῆρες καπνοῦ καὶ δυσωδίας, πλῆρες φθόνου καὶ φόνου· πλῆρες ψεύδους καὶ ἔχθρας μνησικακίας ὑπάρχει. Διὰ τοῦτο μεσασμὸν συντελέσω αὐτῷ καὶ κόψῳ τὰς δυσώδους ἀνομίας καὶ πράξεις εἰς τέλος. Ταῦτα εἰπὼν ὁ Κύριος ἀπεκίνησε Μιχαὴλ τὸν Ἀρχιστράτηγον ὡς ἐπὶ τὴν Κρίσιν.  Ἐξῆλθεν δὲ παρευρεθεὶς ὁ Μιχαὴλ σὺν τῷ τάγματι αὐτοῦ βαστάζων τὸν ἄθραυστον θρόνον μετ’ αὐτοῦ καὶ διὰ νὰ εἶναι τὸ Τάγμα Αὐτοῦ πολύ, ἡ γῆ δὲν ἔφθασε νὰ τὸ χωρέσῃ, ἐρχόμενοι δὲ ἔλεγον : Ἅγιος, Ἅγιος, Ἅγιος, Φοβερός, Μέγας, Ὑψηλός, Θαυμαστὸς, Δεδοξασμένος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ ταῦτα Θεία νεῦσις ἄνωθεν ἐγένετο ἐπὶ τῷ Ἀρχαγγέλῳ, ὅπου ἔχει τὴν Θείαν Σάλπιγγα, ἵνα σαλπίσῃ λοιπόν.  Ἔξαφνα δὲ σιγῇ πολὺ ἐγένετο τῇ ὥρᾳ ἐκείνῃ ὥστε εἰρήνευσε τὰ σύμπαντα.  Ἐσάλπισε λοιπὸν πρῶτον καὶ εὑρέθησαν σῶα τὰ σώματα τῶν νεκρῶν.  Ἐσάλπισε δεύτερον καὶ ἐπορεύθη τὸ πνεῦμα τοῦ Κυρίου ἐκ τῆς Σάλπιγγος καὶ ἐσύναξε τὰς ψυχὰς μέσα εἰς πᾶν κορμὶ αὐτῶν. Φόβος καὶ ἔκπληξις ἔλαβε τὰ σύμπαντα ἐκ τοῦ ἤχου τῆς Σάλπιγγος καὶ ἔτρεμον τὰ ἄνω καὶ τὰ κάτω ἔφριττον διὰ παντός.  Ἐσάλπισε δὲ καὶ τρίτον φοβερώτερον καὶ ἐσείσθη ὁ Οὐρανὸς καὶ ἡ Γῆ ἀπὸ τοῦ φόβου καὶ ἐσηκώθησαν οἱ νεκροὶ ἐκ τῶν μνημείων ἐν ροπῇ ὀφθαλμοῦ. Τῶν τοιούτων τὸ διήγημα ἀδελφοί, εἶναι τρομακτικὸν καὶ νὰ τὸ εἰπῇ τινάς. Διότι ὅταν ἀνεστήθησαν οἱ νεκροὶ ἐκεῖνοι ἦσαν περισσότεροι καὶ ἀπὸ τὸ χῶμα τῆς Γῆς καὶ ὥσπερ πολλή βροχή, οὕτως κατήρχοντο τὰ τάγματα τῶν ταγμάτων ἐκ τοῦ Οὐρανοῦ ἐπὶ τῷ Θρόνῳ τῆς ἑτοιμασίας κράζοντες μεγάλα καὶ λέγοντες. – «Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τοῦ φόβου καὶ τοῦ τρόμου». Ἔστεκε δὲ πᾶς ὁ λαὸς καὶ τὸ ἀναρίθμητον Σύνταγμα ἄνω βλέποντες καὶ ἔφριττον δὲ τὴν Φοβερὰν ἐκείνην ἐξουσίαν τὴν ἐπὶ τῆς γῆς κατερχομένην. Καὶ ὡς ἔβλεπον ὅλοι ἄνω, ἔγιναν ἔξαφνα σεισμοί, βρονταὶ, ἀστραπαὶ εἰς τὸν λάκκον τῆς Κρίσεως, καὶ εἰς τὸν ἀέρα, ὥστε ὅπου ἦσαν ὅλοι εἰς τρόπον πολὺν καὶ ἐν ἀπορίᾳ μεγάλῃ καὶ ὥσπερ περιβόλαιον πανίου, ἔτσι ἐτυλίχθη ὁ Οὐρανὸς καὶ ἔξαφνα ἐφάνη ὁ Τίμιος Σταυρὸς καὶ ἔλαμπεν λαμπρὸς ὡς ὁ Ἥλιος καὶ ἀκτίνας χαρισμάτων ἔπεμπεν, ἐβαστάζετο δὲ ὑπὸ τῶν Ἁγίων Ἀγγέλων προσφαιρόμενος ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Κριτοῦ τῆς Οἰκουμένης. Καὶ μετ’ ὀλίγον γίνεται ὕμνος καὶ αἶνος καινούργιος λεγόντων. – «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος Κριτὴς ἐξουσιαστὴς Ἄρχων τῆς Εἰρήνης αὐτοῦ». Τούτου τοῦ ὕμνου γενομένου ἐν Δυνάμει ἰδοὺ ἐφάνη ὁ Κριτὴς ἐπὶ τῶν Νεφελῶν καθήμενος τοῦ θρόνου φλογεροῦ καὶ ἐπηρμένου ἐκ δὲ τῆς πολλῆς λαμπρότητος ἐφλέγετο ὁ Οὐρανὸς καὶ ἡ Γῆ, ἐκ δὲ τοῦ πλήθους τῶν ἀναστάντων νεκρῶν ἔξαφνα ἐκ μέσου αὐτοῦ ἐξῆπτον ὡς ὁ  Ἥλιος καὶ ἡρπάζοντο ὑπὸ τῶν Νεφελῶν εἰς τὸν ἀέρα πρὸς ἀπάντησιν τοῦ Κριτοῦ φερόμενοι, οἱ δὲ περισσότεροι ἀπέμειναν κάτω, μὴ ἁρπαζόμενοι καὶ ἐθρηνοῦσαν πικρῶς διότι δὲν ἠξιώθησαν νὰ ἁρπαγοῦν ὑπὸ τῶν Νεφελῶν καὶ ἦτον πικρὰ ὀδύνη καὶ λύπη ταῖς ψυχαῖς αὐτῶν ἔκλιναν δὲ γόνυ τῷ Κριτῇ καὶ πάλιν ἀνέστησαν.
Μετὰ δὲ τῷ καθεσθῆναι ἐπὶ τοῦ Θρόνου τῆς ἑτοιμασίας Αὑτοῦ τῷ φοβερῷ Κριτῇ ἔστεκον γύρωθεν αὐτοῦ πᾶσα ἡ Δύναμς τῶν Οὐρανῶν μετὰ πολλοῦ φόβου καὶ τρόμου ὅσοι δὲ ἁρπάχθησαν ὑπὸ τῶν Νεφελῶν πρὸς Θείαν ὑπάντησιν τοῦ Δικαίου Κριτοῦ ὅλοι ἐκ Δεξιῶν Αὐτοῦ ἐστάθησαν.  Ὅσοι δὲ οὐχ ἡρπάγησαν ὑπὸ τῶν Νεφελῶν ἐδιαλέχθη ἐξ αὐτῶν τὸ περισσότερον μερτικὸν καὶ παρεδόθη ἀκρίτως ἐν τῇ γεένῃ τοῦ πυρός, οἱ δὲ λοιποὶ ἐξ ἀριστερῶν τοῦ Κριτοῦ ἐδιώχθησαν : ἦσαν δὲ οἱ ἐξ ἀριστερῶν οἱ περισσότεροι Ἰουδαῖοι καὶ Ἄρχοντες, ἀρχιερεῖς, ἱερεῖς Βασιλεῖς, κληρικοί τε καὶ πλῆθος πολὺ τῶν Μοναχῶν καὶ Κοσμικῶν, οἱ ὁποῖοι ἔστεκον μὲ ἐντροπὴν καὶ κατέκρινον ἑαυτοὺς στενοχωρούμενοι διὰ τὴν ἑαυτῶν ἀπώλειαν.  Ἦσαν γὰρ τὰ πρόσωπα αὐτῶν ἐντροπὴ γεμάτα καὶ ἐσυντρίβοντο κοπιῶντες καὶ μεγάλως φυσῶντες. Τινὲς δὲ καὶ ἐροχάλιζαν ἀλλοιούμενοι καὶ σκληρὸν πάθος ἦτον εἰς ὅλους, διότι ἄλλοι ἔστεκον κρυπτόμενοι καὶ ἐδάκρυζον, ἄλλοι δὲ ἀπονενοημένοι καὶ οὐδεὶς εἶχεν καμίαν παρηγορίαν ἀγαθήν· ἐκεῖνοι δὲ ὅπου ἔστεκον ἐκ Δεξιῶν τοῦ Κριτοῦ ἦσαν ὅλοι ἥμεροι, δεδοξασμένοι, λευκοὶ ὡς τὸ φῶς, πεπυρωμένοι τῇ Θεοφώτῳ Ἀστραπῇ, λάμποντες ἐν πᾶσι ἀληθείᾳ καὶ εἰ μὴ τολμῶ εἰπεῖν ὡς ὁ Κριτὴς Αὑτῶν Θεός. Παρευθὺς δὲ ἔβλεψεν εἰς τὸ ἕν μέρος καὶ εἰς τὸ ἄλλο, ὁ Φοβερὸς Κριτὴς ἐκεῖνος καὶ εἰς μὲν τοῖς ἐκ Δεξιῶν περιχαρῶν βλέψαν ἐμειδίασε.  Ἰδὼν δὲ καὶ τοὺς ἐξ Ἀριστερῶν Αὐτοῦ, ἐταράχθη ἐν ὀργῇ πολλῇ καὶ ἀπέστρεψε τὸ πρόσωπον Αὐτοῦ ἀπ’ αὐτῶν καὶ ἀνακράξας φωνῇ μεγάλῃ εἶπεν πρὸς τοὺς ἐκ Δεξιῶν Αὐτοῦ.
«Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἑτοιμασμένην σας Βασιλείαν πρὸ καταβολῆς Κόσμου. Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς». Τότε στραφεὶς ἐν ὀργῇ καὶ πρὸς τοὺς ἐξ ἀριστερῶν εἶπεν. «Πορεύεσθαι  ἀπ’  ἐμοῦ  οἱ  κατηραμένοι εἰς τὸ πῦρ τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς. – Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ ἐσκοτισμένοι τῆς γῆς εἰς τὸν τάρταρον εἰς τὸν βρυγμὸν τῶν ὀδόντων, ἐκεῖ ἔσται τὸ οὐαὶ καὶ ὁ ὀδυρμὸς ὁ Παντοτεινός». Ταῦτα εἰπὼν καὶ ἀποφασίσας ἰδοῦ ἔξαφνα πρὸς τὸ Ἀνατολικὸν μέρος ποταμὸς πυρὸς ἐβγῆκεν δυνατός, τρέχων ὡς πρὸς τὴν Δύσιν μέγας καὶ φοβερὸς καὶ ἦτον ὡς θάλασσα μεγάλη καὶ εὐρύχωρος εἰς τὸ πλάτος αὐτοῦ, καὶ ὡς ἀνέβλησεν ὁ ποταμὸς πολλὰ ἐτρόμαξαν ἐξ ἀριστερῶν ἀπορούμενοι καὶ ἀλλοιώθησαν ἐν ἐκτάσει· καὶ παρευθὺς ἐπρόσταξεν ὁ Φοβερὸς Κριτὴς ἵνα μέσα εἰς τὸν ποταμὸν διέλθωσι δίκαιοι καὶ ἁμαρτωλοὶ ἵνα τὸ πῦρ αὐτοὺς δοκιμάσῃ καὶ πρώτον ἄρχισαν οἱ ἐκ Δεξιῶν ἑστῶτες νὰ δοκιμασθοῦν καὶ διῆλθον ὅλοι καθαροὶ ὥσπερ χρυσίον καθαρὸν ἐπὶ μέσου τοῦ πυρὸς καὶ τὰ ἔργα αὐτῶν δὲν ἐκάησαν ἀλλὰ λαμπρὰ περισσότερον διὰ τῆς δοκιμασίας ἀπεφάνησαν καὶ ἐχαίροντο πολὺ ὅτι ἐδοκιμάσθησαν τὰ ἔργα αὐτῶν καὶ οὐχ εὑρέθη ἐν αὐτοῖς ρῦπος.
Μετὰ δὲ ταῦτα ἦλθον καὶ οἱ ἐξ ἀριστερῶν τοῦ διαβῆναι τοῦ πυρὸς διὰ νὰ δοκιμασθοῦν τὰ ἔργα αὐτῶν καὶ ὡς ἄρχισαν νὰ ἐμβαίνουν φλὸξ κατέφλεξεν ἁμαρτωλοὺς μέσον κατέχουσα καὶ τὰ μὲν ἔργα αὐτῶν ὡς ἄχυρα κατέκαυσεν : τὰ δὲ σώματα αὐτῶν ἔμειναν σῷα διὰ νὰ καίωνται εἰς τοὺς αἰῶνας μετὰ τοῦ διαβόλου καὶ τοῖς ἀγγέλοις αυτοῖς καὶ νὰ μὴ χωνεύσουν ὅτι οὐδένας ἠδυνήθη ἀπ’ αὐτοὺς νὰ ἔβγῃ ἐκ τοῦ πυρὸς ἐκείνου τοῦ ποταμοῦ ἀλλὰ ὅλους τοὺς ἐκυρίευσε τὸ πῦρ ὡς κρίσεως ἀξίους καὶ τιμωρίας καὶ ἀφόντες λοιπὸν ἐδιαμε-ράσθησαν οἱ ἁμαρτωλοὶ καὶ διεσύρθησαν διὰ τοῦ πυρὸς εἰς τὰς κολάσεις, τότε ἐσηκώθη ἐκ τοῦ Θρόνου ὁ Φοβερὸς Κριτὴς καὶ ἄρχισε νὰ πηγαίνῃ πρὸς τὴν Θείαν Κατοικίαν του, σὺν πᾶσι τοῖς Ἁγίοις καὶ γύροθεν Αὐτοῦ ἐπήγαινε μετὰ φόβου πολλοῦ καὶ τρόμου πᾶσα ἡ δύναμις εἰς τὸν Οὐρανὸν ψάλλουσα καὶ λέγουσα : «Θεὸς Θεῶν Κύριος σὺν τοῖς Ἁγίοις Αὐτοῦ κληρονομίαν αἰώνιον χαριζόμενος Αὑτοῖς» καὶ εἰσῆλθον οἱ Ἅγιοι Ἄγγελοι σὺν τῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ εἰς τὸν ἐπουράνιον θάλαμον τῆς Θείας κατοικίας μὲ χαιρομένην καρδίαν.

Εἶτα ἐκαλέσθησαν οἱ Δώδεκα Φωστῆρες καὶ Ἀπόστολοι ἔμπροσθεν τῶν Θειοτάτων Ἀγγέλων ὁμοίως καὶ οἱ ἑβδομήκοντα Μαθηταί. Καὶ μετὰ ταῦτα εἶπεν ὁ δοῦλος τοῦ Θεοῦ Νήφων· ὅτι ἐσυνάχθη πρὸ προσώπου Κυρίου ὁ Μέγας χορὸς τῶν Μαρτύρων.  Ἐσυνάχθη καὶ ὁ Θεῖος χορὸς τῶν Ἁγίων Ἱεραρχῶν, Ἱερέων, Διακόνων καὶ Κληρικῶν, μετὰ τούτων ἐσυνάχθη ὁ Εὐλαβῆς χορὸς τῶν Ἁγίων Μοναχῶν, ἀπ’ αὐτῶν δὲ προσῆλθεν ὁ χορὸς τῶν Ἁγίων Προφητῶν καὶ μετὰ ταῦτα ἐφέρθη πᾶς ὁ χορὸς τῶν ἐκ τοῦ Κόσμου σωθέντων, πένητες, Ἄρχοντες, Βασιλεῖς τε καὶ Ἰδιῶται, δοῦλοι καὶ ἐλεύθεροι καὶ ἐδόθη Αὐτοῖς τροφὴ τοῦ Παραδείσου τῆς Ἐδέμ, καὶ Παλάτια Οὐράνια καὶ φωτεινά.  Ὅτε δὲ εἰσῆλθεν ὁ Κύριος εἰς τὴν πάμφωτον ἐκείνην καὶ θαυμαστὴν κατοικίαν τότε εἰσῆλθεν αὐτῷ πᾶς ὁ χορὸς τῶν Ἁγίων. Ἰδόντες δὲ οἱ Ἅγιοι τὰ ἀγαθὰ ἐκεῖνα ἐχάρησαν ἐν ἀγαλλιάσει πολλῇ καὶ θυμηδίᾳ καὶ ἄρχισαν εὐχαριστεῖν ἐκ καρδίας ἐμπεριπατοῦντες εἰς τὸν τόπον ἐκεῖνον τὸν ὑπερθαύμαστον ὅπου διεμοίρασεν ὁ Κύριος τὰ ἀγαθὰ πᾶσι τοῖς δικαίοις τὰ ὁποῖα δὲν ἠδυνήθη ὁ Δοῦλος τοῦ Θεοῦ Νήφων νὰ τὰ διηγηθῇ.

Δεν υπάρχουν σχόλια: