PAGES

ΠΡΟΦΗΤΕΙΑ ΑΓΙΟΥ ΑΝΔΡΟΣ ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΜΑΝΟΥΗΛ ΤΟΝ ΠΑΛΑΙΟΛΟΓΟΝ

ΑΓ.ΑΝΔΡΟΣ
ΠΡΟΦΗΤΕΙΑ ΑΓ. ΑΝΔΡΟΣ ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΜΑΝΟΥΗΛ ΤΟΝ ΠΑΛΑΙΟΛΟΓΟΝ
Ὁ ἁγιώτατος δὲ πατὴρ ἐκεῖνος ἔφη τῷ βασιλεῖ οὕτως : Γίνωσκε δεσπότα μου ἅγιε, ὅτι ἀπὸ τοῦ νῦν, ἕως ἂν παρέλθουσι χρόνοι πέντε καὶ δέκα, ἐν μηνὶ Μαρτίω, ἡμέρα Τετάρτη, περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, σημεῖον γενήσεται ἐν τῷ οὐρανῷ· καὶ εἰ μὲν γενήσεται οὕτως, τοῦ κόσμου· καὶ εἰ γενήσεται τὸ σημεῖον, προσθήση ἂν ὁ Θεὸς καὶ ἑτέρους χίλιους χρόνους· ἐγὼ δὲ λέγω καὶ βεβαιῶ
σοὶ τοῦτο, ὅτι ἀνάγκη ἵνα γένηται τὸ σημεῖον, ξίφος· λέγω σοὶ δὲ καὶ τοῦτο, ὅτι γενήσαται οἰκουμενικὴ σύνοδος, καὶ ὑμεῖς πλανη-θήσεσθε, καὶ γενήσεται αὐτὴ αἰτία, ἵνα τὸ Ἰσμαὴλ γένος ἐνοχληθῆ· καὶ λοιμὸς μέγας γενήσεται ἐπὶ χρόνοις τρισὶν· εἰ δὲ λοιμὸς οὐ γενήσεται, ὁ Ἰσμαὴλ ἀκούει, ὅτι οἱ χριστιανοὶ βούλονται κατὰ τούτου ἐλθεῖν.
Ὅταν δὲ ὁ δεσπότης συγκατανεύση, τότε πολιορκηθήσεται ἡ Κωνσταντινούπολις παρὰ τῶν Ἰσμαηλιτῶν· πολλαὶ δὲ νῆσοι καὶ χώραι τὸν Ἰσμαὴλ αὐτὸν προσκυνήσουσιν· ἀφοῦ δὲ ἡ Πόλις ὑπὸ τῶν Ἰσμαηλιτῶν κυριευθήσεται ἐπὶ χρόνους δέκα καὶ μῆνας δυό, ἤτοι τριακόσιους ἐνενήκοντα, ἄχρι σχεδὸν τετάρτης ἑκατοντάδος, ἀπόκειται τοῖς χριστιανοὶς ποιῆσαι στόλον μέγαν· Ἱερεῖς δὲ καὶ μοναχοί, καὶ πᾶσαν ἡ τῶν ἀνθρώπων τάξις, ἀκούοντες καὶ μὴ βουλόμενοι, ἐκ θείας νεύσεως προσελεύσονται ἐν Κωνσταντινουπόλει· εἰ μὴ ἐν τόποις δὲ τισί· τίνες ἐκλεκτοί, ἐκεῖνοι ἀπολειφθήσονται· τοῦτος δὲ ὁ στόλος γενήσεται, ὥστε αἱ κεφαλαὶ καὶ οἱ ἄρχοντες τοῦ στόλου, ἔσονται ὡσεὶ χιλιάδες ἑβδομήκοντα, πᾷς δὲ τις τούτων ἔχειεν ὑποκάτω αὐτοῦ, ἄνδρας χιλιάδας δέκα. Ναυστολήσωσι δὲ ἐπὶ τῆς θαλάσσης, καὶ πορευθήσονται εἰς Κωνσταντινούπολιν, εἰς τόπον λεγόμενον Κοντοσκάλι. Τούτους δὲ ἐκεῖσε συνηγμένους ὁ Ἰσμαὴλ ἰδών, ἀφεῖς τὴν πόλιν, πορεύσεται εἰς τὴν Ἀσίαν ἵνα σωθῆ.
Αὐτοὶ δὲ οἱ ἄρχοντες τοῦ στρατοῦ τῶν Χριστιανῶν, ἔριν βάλλουσιν ἀνὰ μέσον ἑαύτων, τὶς ἂν ἄρξη τῆς πόλεως· ἐπὶ τὴν ἔριν δὲ τάυτην ξίφους ἔλξουσιν, καὶ κατακόπτεσθαι ἐθελήσουσιν ἐν ἀλλήλοις οἱ Χριστιανοὶ· ἐπὶ τοσούτον δὲ γενήσεται  συγκοπῆ τῶν ἀνθρώπων, ὥστε πάντα κοιλώματα, καὶ πάσα ἡ γῆ τῆς Πόλεως αἵματος πληρωθήσεται, ὥστε καὶ μόσχος τριετὴς ἐν τῷ αἵματι πνιγήσεται· καὶ δρομεῖται ἐν τῷ πελάγει τῷ αἷμᾳ, ὡσεὶ στάδια δεκαοκτὼ· καὶ αὐτὴ ἡ συγκοπὴ θέλει γίνει μεγάλη σφόδρα· μετὰ τὴν συμφορὰν ταύτην ἐν ἧ πάντες οἱ ἁμαρτωλοὶ κατακοπήσονται, καὶ οὐδεὶς ἐξ αὐτῶν σωθήσεται.
Τότε ἄγγελος ἐξ οὐρανοῦ καταβήσεται διὰ νεύσεως Θεοῦ, ἔχων ἐν τῇ χειρὶ αὐτοῦ σκῆπτρον καὶ ξίφος, τοῦ ἁγιώτατου Βασιλέως Κωνσταντίνου, καὶ τὸν εἰρηνικὸν στέψει βασιλέα, ὃς καὶ αὐτὸς μέσον πάντων ἐστὶν ἐν τῷ πολέμῳ· δώσει δὲ αὐτῶ τὸ σκῆπρον καὶ τὸ ξίφος, καὶ τὸ ὄνομα αὐτοῦ ἐλεήμονα καλέσει· ἐρεῖ δὲ αὐτῶ· ἀνδρίζου καὶ ἴσχυε, καὶ νίκα τοὺς ἐχθρούς του Ἰησοῦ, καὶ τῶν ἁγίων αὐτοῦ μαθητῶν· καὶ εὐθὺς δὲ καὶ ἡ ἔρις ἐκείνη καὶ ὁ πόλεμος παύσεται· τρεῖς Ἄγγελοι δὲ τὸν βασιλεὰ ἀρούσι, καὶ εἰς τὸν μέγαν Ναὸν τῆς Ἁγίας Σοφίας ἀπαγόντες, στέψουσιν αὐτὸν ἐκεῖ Βασιλέα. Πάντες δὲ οἱ ποληφθησόμενοι τοῦ πολέμου ἄνθρωποι, οἵτινες καὶ δίκαιοι ἔσονται· ὅτι ἡ μάχη πρὸς ἀλλήλους οὐ παύσεται, ἕως οὐ πάντες οἱ ἁμαρτωλοὶ φθαρώσιν.
Ἐκεῖ ἐν τὴ νέα Σιὼν Ἁγία Σοφία πορευθήσονται, ὅπως καὶ αὐτὸν τὸν ἀγαθὸν Βασιλέα προσκυνήσωσι· πανταχῶθεν δὲ τοῦ κόσμου πάντες οἱ ἄνθρωποι συναχθήσονται εἰς προσκύνησιν αὐτοῦ· οὖς δὲ ἰδὼν ὁ Βασιλεὺς μακρόθεν ἐρχομένους, προσαναστήσεται αὐτοὺς καὶ περιχαρῶς καὶ ἀσπασίως δέξεται αὐτοὺς· ἐρωτήσουσιν δὲ αὐτὸν πόθεν ἐστὶν καὶ ἐρεῖ, τότε ὁ Βασιλεὺς πάντας τους εἰσερχομένους ἐκεῖ χρήματα πολλὰ εὐεργετήσει, ἐκεῖνοι δὲ ἐρωτήσουσιν αὐτὸν τί εἰσὶ ταῦτα τὰ χρήματα· ὁ δὲ ἐρεῖ αὐτοὶς· ὅτι ταῦτα καὶ πλείονα τούτων εἰσὶ δι' ὑμᾶς, καὶ ὅστις θέλει ἐλθεὶν ἐν τὴ Πόλει, ἐγὼ δώσω αὐτῶ οἰκίας καὶ χωράφια καὶ εἴτι βούλεται· καὶ ἐγὼ ἔσομαι ὡς εἷς τῶν ἀδελφῶν ἠμῶν· καὶ πάντες ἠμεῖς ἀδελφοὶ ἔσμεν· καὶ Πατὴρ πάντων ἠμῶν ὁ Χριστὸς ἐστίν. Ὡς ἐπὶ χρόνοις δὲ ἑπτὰ οἱ ἄνθρωποι συναχθήσονται ἐν τὴ πόλει, καὶ πᾶσαι οἱ νῆσοι ἐρημοθήσονται, ὥστε μὴ εἶναι αὐταῖς ἀνθρώπους.
Ἐν δὲ τοῖς ἑπτὰ χρόνοις τούτοις, πάσα ἡ Πόλις πληρωθήσεται ἀνθρώπων χριστιανῶν, ἅμα γυναιξὶ καὶ τέκνοις αὐτῶν. Τότε ὁ Βασιλεὺς ἐρεῖ αὐτοὶς : πατέρες καὶ ἀδελφοὶ ἡμέτεροι, καλὸ ἐστὶν κατὰ τῶν ἐναντίον ἐλθεῖν ἠμᾶς, ἵνα καὶ τὸν τίμιον Σταυρὸν ὑψώσωμεν, καὶ τῶν ἡμετέρων τὸ αἷμα ἐκδικήσωμεν. Τότε δὲ πάντες μία φωνὴ ἐρούσιν αὐτῶ : τὸ σὸν θέλημα γενέσθω δέσποτα, καὶ ὅτι φωνὴ Θεοῦ ἐλαλήθη ἐν τῷ στόματί σου, τὸ σὸν πρόσταγμα γενέσθω.
Τότε ὁ Βασιλεὺς ἀναστᾶς, καὶ πᾷς ὁ λαὸς μετ’ αὐτοῦ κατὰ τῶν Ἰσμαηλιτῶν πορευθήσονται· τότε πληρωθήσεται ὁ λόγος ὁ γεγραμένος· ὅτι εἰς διώξεται χιλίους, καὶ δυὸ μετακινήσουσι μυριάδας, ὡς δὲ τῶν ὡραίων Πυλῶν, ἂς ὁ Βασιλεὺς Ἀλέξανδρος Μακεδὼν ἀπέκλεισεν, καταδιώξεται αὐτοὺς· ὅθεν ὁ Βασιλεὺς ἐρεῖ τότε· ὅτι οἱ Ἰσμαηλίται ἀνάρρωσιν οὐκ ἔχωσιν ἀπὸ τοῦ νῦν, καὶ οὐ μόνον Τοῦρκοι, ἀλλὰ καὶ Σαρακινοί, καὶ Σκύθαι, καὶ κάθε ἄλλο ἔθνος ἄπιστον, οἱ οὐ πιστεύουσι τῷ Χριστῷ. Τότε ὁ Βασιλεὺς ὄπισθεν στραφήσεται ἐλθεῖν ἐν τῆ Πόλει, εἰσερχομένου δὲ οἱ θησαυροὶ τῆς γῆς ἀνοιχθήσονται, καὶ ὅπου ἐστὶ χρυσὸς ἢ ἄργυρος, ἐκεῖ ἡ γῆ καπνὸν ἐκβαλεῖν· ὁ ἀγαθὸς δὲ καὶ ἐλεήμων Βασιλεὺς ἐρεῖ : εἰσέλθετε καὶ ἴδετε τὶς ἐστὶν ὁ καπνὸς οὗτος· καὶ κατὰ τὸ πρόσταγμα τοῦ ἀγαθοῦ Βασιλέως πορεύσονται, καὶ εὐρίσουσι Θησαυροὺς χρυσίου καὶ ἀργύρου· χαρίσεται δὲ αὐτοὶς πᾶν τὸ χρυσίον καὶ πάσι τοῖς εὐσεβέσι· μετὰ δὲ ταῦτα καὶ ἕτερα κρείττονα τούτων εὐρήσουσι, καὶ ποιήσει καὶ αὐτὰ ὠσαύτως.
Τοσοῦτο δὲ ἔστε τὸ πλῆθος τοῦ θησαυροῦ, ὥστε ρίπτειν καὶ ἐν τὴ γῆ μέρους ἐκείνου, ἀχρηστίας ἕνεκεν, χαρὰ καὶ ἀγαλλίασις ἔσται ἐν ὄλῳ τῷ κόσμῳ, καὶ οὐδεὶς ἔσται ὁ ἀδικῶν ἢ ὁ ἀδικούμενος, ἐπειδὴ οἱ ἁμα-ρτωλοὶ ἐξολοθρευθήσονται πρώην ἀπὸ τῆς γῆς· δώσει δὲ καὶ ἡ γῆ τοὺς καρποὺς αὐτῆς γενήματα πολλῶν ἐκατονταπλασίονα, καὶ κατὰ τὴν κοινὴ παροιμοίαν, ἐξ αὐτῆς μέλι καὶ γάλα ρεύσει.  Ἐν χρόνοις δὲ τρίσιν ἔσται ὁ Βασιλεὺς ἐπὶ τὴν δίωξιν τῶν ἐθνῶν· ἔπειτα δὲ ἐπὶ τὴν Βασιλίδα τῶν Πόλεων εἰσελεύσεται· ἐκεῖ δὲ ἀναπαύσεται ἐν χαρᾷ καὶ ἀγαλλιάσει μεγάλη· ὕστερον δὲ ἕτερος Βασιλεὺς μέλλει νὰ βασιλεύση ἀπὸ τὸ γένος του, ἔχον ὠμότητα καὶ μισανθρωπίαν πολλὴν· καὶ ἡ βασιλεία αὐτοῦ ἔσται μῆνας δύο.
Τότε ὁ Ἐνὼχ καὶ ὁ Ἠλίας καὶ ὁ Εὐαγγελιστὴς Ἰωάννης ἐλεύσονται, κηρύττοντες πάσι τοῖς χριστιανοῖς, ὅτι πλάνος τὶς ἔρχεται· βλέπετε μὴ πλανηθῆτε ὡς τὸ ἅγιον Εὐαγγέλιον τοῦτο δηλοῖ.

Δεν υπάρχουν σχόλια: