Πέμπτη, 14 Αυγούστου 2014

ΠΡΟΦΗΤΕΙΑ ΛΕΟΝΤΟΣ ΤΟΥ ΣΟΦΟΥ

ΠΡΟΦΗΤΕΙΑ ΛΕΟΝΤΟΣ ΤΟΥ ΣΟΦΟΥ
ΛΕΟΝΤΟΣ ΤΟΥ ΣΟΦΟΥ
Ὁ ἀληθινὸς καὶ μέγας Βασιλεύς, ὃς κατοικεῖ ἐν τῷ ἄκρῳ τόπω διὰ τὸ καυστικόν. Ὅν ἐδίωξαν οἱ ἄνθρωποι ἐκ τῆς αὐτοῦ οἰκίας καὶ δεδώκασι τὴν στρωμνὴν αὐτοῦ ἐν ταῖς νήσοις, πλέοντα καὶ ἁλιεύοντα ἑβδομηκοστὸν χρόνον, ἐν δὲ τῷ ἐβδομηκοστῷ χρόνω, εἰς τὸ τέλος τῶν Ἰσμαηλιτῶν ἀποκαλυφθήσεται, παρακολουθήσει δὲ οὗτος ἐν τὰς ἡμέρας τοῦ λιβὸς καὶ ἔσται ὁ πρῶτος δεύτερος καὶ ὁ δεύτερος πρῶτος, καὶ μετὰ ταῦτα ποιήσεται φονεύτρια ἐν μέσω τῆς Πόλεως ἐν τῷ ἐλαιοφόρῳ Πακτωλῶ, ἐν ἡμέρᾳ Παρασκευή, ὥρα Γ΄ τῆς ἡμέρας καὶ τῶν τριῶν ταραττομένων, ὁ Γ΄ πρῶτος καὶ ἀποκαλυφθήσεται ὁ ἠλειμμένος, ὁ μέλλων ἀποκαλυφθήναι, διὰ τόξων καὶ σημείων Χριστοῦ φανείσεται, ἐνηχηθήσεται δὲ παρὰ τοῦ ὀρημένου Ἀγγέλου.

Ὃς καὶ εἰς οὖς αὐτοῦ εἴπῃ, ἔγειραι ὁ καθεύων καὶ ἀνάστα ἐκ τοῦ μνήματος, καὶ ἐπιφαύσοι Σοὶ ὁ Χριστός, προσκαλεῖται γὰρ Σὲ λαὸν περιούσιον. Καὶ ἐκ δευτέρου αὐτῶ εἴπῃ, ἔξελθε ὁ κεκρυμένος, μηκέτι κρύπτου, πολλοὶ σὲ ζητούσι, πάντες ἐξελεύσονται, σὺ μόνος εἰσελεύση. Καὶ ἐκ τρίτου δώσει αὐτῶ πλάκας λιθίνας, ἐν αἷς ἐγκεχάρακται αὐτῶ λαὸν θεῖον ἐκδικῆσαι, καὶ ἤθη ποιῆσαι χρηστά, καὶ τοὺς ἀξίους εἰς τὸ θεῖον ἀποκαταστῆσαι, οἱ εὐηρέστησαν τῷ Θεῷ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἔχει δὲ οὗτος σημεῖα ὁ ὄνυξ τοῦ πρώτου δακτύλου αὐτοῦ τοῦ δεξιοῦ ποδὸς τύλωμα ἔχων, ἡ λαλιὰ ἠδεία, ἡ ὄψις αὐτοῦ ἠειδής, τὸ εἶδος αὐτοῦ γυνείκειον, μέσος τὴν ἡλικίαν, φαλακρός, πολυΐστωρ καὶ μεσοειδής, προορατικὸς καὶ προφητείας μετέχων, καὶ μεταδιδούς, ἡ ρὶς αὐτοῦ ἐγκεκοφυῒα, οἱ ὀφθαλμοὶ αὐτοῦ μετίωροι, πένης κεκαθαρμένος καὶ ράκη ἐνδεδυμένος διὰ τὸ μὴ χρησιμεύειν, ἔσται δὲ πρᾶος καὶ φιλάνθρωπος, εὐμετάδοτος, μεγαλόψυχος, φοβερός, ἀγένειος, ἡ δεξιὰ αὐτοῦ χεὶρ ἅρματα δυὸ σειρᾶς πορφυρᾶς καὶ σταυροὺς πορφυρούς. Ὅν ἐδοκοῦν οἱ ἄνθρωποι οὐδὲν ὄντες οὐδὲν ὄντα καὶ οὐδὲν χρησιμεύοντα, καὶ ἐπιθήσει ἐπὶ τὴν κορυφὴν αὐτοῦ, καὶ χρίσει αὐτὸν τὸν ἔλαιον τὰ τέλη τῶν ἡμερῶν.
Ὃς γραφήσεται ἠλειμμένος καὶ ἐξελεύσεται κατὰ τῶν Ἰσμαηλιτῶν, καὶ κρατήσει αὐτούς. Ἐν ταῖς ἡμέραις ἐκείναις θλιβήσονται οἱ ἄνθρωποι, καὶ δώσουσι τὰ πρόσωπα αὐτῶν ἐπὶ τῆς γῆς, καὶ χοῦν πάσσουσι τᾶς κεφαλὰς αὐτῶν, καὶ βοήσουσι πρὸς τὸν Θεὸν καὶ τότε εἰσακούσεται Κύριος της δεήσεως αὐτῶν, καὶ ἀποστάλει Κύριος τὸν Ἄγγελον αὐτοῦ ὡς ἐν σχήματι ἀνθρώπου, καὶ αὐλισθήσεται ἐν ταῖς νήσοις καὶ κηρύξει τὸν Ἅγιον αὐτοῦ ἠλειμμένον, τὸν χρησμὸν καὶ ἄχρηστον, τὸν πτωχὸν καὶ ἀπειρόβιον, τὸν ἐλεοῦντα καὶ ἐλεούμενον, τὸν γυμνὸν καὶ βύσσινα φοροῦντα, τὸν νεκρὸν ὄντα τῷ σώματι καὶ ζῶντα τῷ Πνεύματι, ὁ προκατάρξας καὶ εἰς οὐδὲν χρησιμεύων, ὁ ἀειδὴς καὶ πολυειδής, ὁ ἐκ μήτρας δουλικῆς καὶ ἐκ γένους βασιλικοῦ καταγόμενος, ἔστι γὰρ δυσώνυμος κλῆσις αὐτοῦ θηριώνυμος λύκος, καὶ ἐν τὴ τάξει πέφυκεν Ἰλούστριος, φυλάτων πᾶσαν θεοσέβιαν καὶ προφητείαν ὁ προκατάξας καὶ μηδὲν χρηματίσας, ὂν ἐξουθενούσιν οἱ ἄνθρωποι ὡς νεκρὸν ὄντα καὶ μηδὲν χρησιμεύοντα ἀποκαλύψαι ὁ Θεὸς καὶ φανερώσει καὶ χρίσει αὐτὸν τὸ ἔλαιον εἰς τὰ τέλη τῶν ἡμερῶν. Ὅς ἔστιν ἠλειμμένος ζωὴν γαστρὸς ἐλαίου ἁγίου αὐτοῦ. Ἀποκαλυφθήσεται δὲ οὕτω, φανήσεται ἀστὴρ ἡμέρα Γ΄ μέσον τῆς Πόλεως ἕως ἀγορᾶς, καὶ ὤρα Γ΄ ἐν τῷ ἰδρύματι τῷ Θεανδρικῷ τῆς Πανάγνου Μητρὸς τοῦ Ὑψίστου, ὁ φανεῖς γὰρ ἀστὴρ οὐκ ἢν ἐκ τῶν πλανητῶν, ἀλλ' ὃς ἐφάνη εἰς τὴν γέννησιν τοῦ Σωτῆρος Χριστοῦ, καὶ κῆρυξ τρανὸς ἐν ταῖς τρισὶν ἡμέραις καὶ νυξίν, ἀνακαλῶν καὶ ἀποκαλύπτων τὸν ἐλπιζόμενον, τότε, ὁ δῆμος ὁρῶν καὶ ἀκούων τὴν τοῦ κηρύγματος βροντώδη φωνήν, ἐκπλαγήσεται, καὶ ἐξεστηκότες ἅμα τῇ χαρὰ καὶ τῷ φόβῳ, βοήσουσιν, ἁγνοῦντες τὸν ἐλπιζόμενον, τότε ὀρώντων πάντων καὶ τὸ Κύριε ἐλέησον θερμῶς καὶ ἐκτενῶς βοώντων, στενάζοντες  καὶ  δάκρυα  χύσαντες  διὰ  τὴν  ἐπιπε-σοῦσαν  αὐτοῖς  θλῖψιν, παρακολουθήσονται τὸ θεῖον καὶ εὐμενὴς προσδέξεται τὴν δέησιν αὐτῶν, καὶ ἰλέω ὄμματι ἐπιβλέψει ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν, καὶ διὰ τοὺς ἀποκαλυφθέντας τότε ἐκλεκτοὺς γνωσθήσεται ὁ ἐκλεκτός. Ὀραθήσεται γὰρ ἐν τῷ οὐρανῷ νεφῶδες στερέωμα λαμπρότερον τοῦ ἡλίου, ἔχον μέγεθος ὡς ἅλωνος ἐαρινῆς ἀλοώντων βόων ἕξ, ἔσωθεν κρεμασθήσεται Σταυρός, εὐωνύμου δὲ τοῦ Σταυροῦ τοῦ πορφυροῦ ἐκτεταμένου τόξον, οἶον ἔθετο τοῖς πατράσιν ἠμῶν εἰς διαθήκην αἰώνιον, ἀγνοούντων δὲ πάντων, ἀνακληθήσεται τὸ τόξον διὰ τοῦ νοτίου μέρους, ὃ ἔσται ἐκτελούμενον ἐν τῷ κλίμακι τοῦ Οὐρανοῦ, καὶ πληρωθήσεται τὸ πέρας ἕως τῆς σκηνῆς ἀναδειχθήσεται τὴ θέσει τῆς καλιᾶς τοῦ ἀληθινοῦ βασιλέως, τότε οἱ λαοὶ ἰδόντες δοξάσουσι αὐτὸν τὸν Θεὸν τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς καὶ δρομαίως σπεύσουσιν ἐπὶ τὸ ἄκρον τοῦ τόξου, καὶ λαβόντες τὸν πολύτιμον καὶ γηραιὸν Ἄνακτα μετὰ λαμπάδων καὶ βαΐων, φέρουσιν Αὐτὸν ἐν τὴ Μεγάλη Σιῶν, καὶ ὁ κῆρυξ βροντώδη τὴ φωνὴ καὶ μὴ φαινομένη ἀπὸ τοῦ Οὐρανοῦ πρὸς τὸν λαὸν εἴπῃ. Ἀ ρ ε σ τ ό ν  ὑ μ ῖ ν  ἐ σ τ ι ν  ο ὔ τ ο ς ;  Τότε λήψεται πάντας φόβος καὶ τρόμος καὶ ἔκστασις καὶ μετὰ δακρύων τᾶς χεῖρας εἰς τὸν οὐρανὸν ἄραντες εἴπωσι, ναί, Κύριε, ὅτι Σὺ αὐτὸν ἔδωκας ἠμὶν  ἀ ρ ε σ τ ό ς  ἠμίν ἐστι, καὶ προσκυνήσαντες μέλπεσιν αὐτὸν ἄξουσιν ἐν τῇ μεγάλη Σιὼν προσευξόμενον, καὶ ἀναβιβάσαντες αὐτὸν ἐφ' ὑψηλοῦ τόπου, καλέσουσιν αὐτὸν Βασιλέα εἴτα ἀλλοιωθήσονται τὰ σημεῖα, καὶ ὁδηγήσουσιν αὐτὸν δυὸ Ἄγγελοι ἐν ὁμοιότητι ἀνδρῶν λευκοφόρων εὐνούχων καὶ εἰς τὰ ὦτα αὐτοῦ λαλήσουσιν ἃ μέλλει πράτειν. Οἱ δ' ἐπ' αὐτῶ θελήσαντες ἐπιβάλειν τᾶς χεῖρας, καὶ οὔτε ἐπιβλέποντες τὰ σημεῖα, εἴπωσιν ἐν αὐτοῖς, οἰκείαις σειραῖς σφιγγόμενοι τῶν ἁμαρτιῶν καὶ παρανομιῶν αὐτῶν τῶν τότε ἐνδόξων καὶ ὀνομαστῶν, πολλοὶ δὲ ἀποδράσουν εἰς τοὺς ἀγκώδεις τόπους καὶ στραγγαλιώδεις τῆς οἰκουμένης, καὶ πάντες δοξάσουσι τὸν Θεὸν καὶ ἠρεμήσουν.

Δεν υπάρχουν σχόλια: